Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.288 Joseph. AJ 12.293 (English) >>Joseph. AJ 12.298

12.291καὶ τούτου σαφέστατον ἔχειν παράδειγμα τοὺς προγόνους, οἳ διὰ δικαιοσύνην καὶ τὸ περὶ τῶν ἰδίων νόμων καὶ τέκνων ἀγωνίζεσθαι πολλὰς πολλάκις ἥττησαν μυριάδας· τὸ γὰρ μηδὲν ἀδικεῖν ἰσχυρὰ δύναμις. 12.292ταῦτʼ εἰπὼν πείθει τοὺς σὺν αὐτῷ καταφρονήσαντας τοῦ πλήθους τῶν ἐναντίων ὁμόσε χωρῆσαι τῷ Σήρωνι, καὶ συμβαλὼν τρέπει τοὺς Σύρους· πεσόντος γὰρ τοῦ στρατηγοῦ πάντες φεύγειν ὥρμησαν, ὡς ἐν τούτῳ τῆς σωτηρίας αὐτοῖς ἀποκειμένης. ἐπιδιώκων δʼ ἄχρι τοῦ πεδίου κτείνει τῶν πολεμίων ὡσεὶ ὀκτακοσίους· οἱ δὲ λοιποὶ διεσώθησαν εἰς τὴν παραλίαν. 12.293

Ταῦτα ἀκούσας βασιλεὺς Ἀντίοχος μεγάλως ὠργίσθη τοῖς γεγενημένοις, καὶ πᾶσαν τὴν οἰκείαν δύναμιν ἀθροίσας καὶ πολλοὺς ἐκ τῶν νήσων μισθοφόρους παραλαβὼν ἡτοιμάζετο περὶ τὴν ἀρχὴν τοῦ ἔαρος εἰς τὴν Ἰουδαίαν ἐμβαλεῖν. 12.294ἐπεὶ δὲ τὸ στρατιωτικὸν διανείμας ἑώρα τοὺς θησαυροὺς ἐπιλείποντας καὶ χρημάτων ἔνδειαν οὖσαν, οὔτε γὰρ οἱ φόροι πάντες ἐτελοῦντο διὰ τὰς τῶν ἐθνῶν στάσεις μεγαλόψυχός τε ὢν καὶ φιλόδωρος οὐκ ἠρκεῖτο τοῖς οὖσιν, ἔγνω πρῶτον εἰς τὴν Περσίδα πορευθεὶς τοὺς φόρους τῆς χώρας συναγαγεῖν. 12.295καταλιπὼν οὖν ἐπὶ τῶν πραγμάτων Λυσίαν τινὰ δόξαν ἔχοντα παρʼ αὐτῷ, καὶ τὰ μέχρι τῶν Αἰγύπτου ὅρων καὶ τῆς κάτωθεν Ἀσίας ἀπʼ Εὐφράτου διήκοντα ποταμοῦ καὶ μέρος τι τῆς δυνάμεως καὶ τῶν ἐλεφάντων,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.288 Joseph. AJ 12.293 (English) >>Joseph. AJ 12.298

Powered by PhiloLogic